Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.79 Dem. 18.81 (English) >>Dem. 18.84

18.80μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθʼ οὓς Χερρόνησος ἐσώθη καὶ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι. ἐξ ὧν ὑμῖν μὲν τὰ κάλλιστα, ἔπαινοι, δόξαι, τιμαί, στέφανοι, χάριτες παρὰ τῶν εὖ πεπονθότων ὑπῆρχον· τῶν δʼ ἀδικουμένων τοῖς μὲν ὑμῖν τότε πεισθεῖσιν σωτηρία περιεγένετο, τοῖς δʼ ὀλιγωρήσασι τὸ πολλάκις ὧν ὑμεῖς προείπατε μεμνῆσθαι, καὶ νομίζειν ὑμᾶς μὴ μόνον εὔνους ἑαυτοῖς, ἀλλὰ καὶ φρονίμους ἀνθρώπους καὶ μάντεις εἶναι· πάντα γὰρ ἐκβέβηχʼ προείπατε. 18.81καὶ μὴν ὅτι πολλὰ μὲν ἂν χρήματʼ ἔδωκε Φιλιστίδης ὥστʼ ἔχειν Ὠρεόν, πολλὰ δὲ Κλείταρχος ὥστʼ ἔχειν Ἐρέτριαν, πολλὰ δʼ αὐτὸς Φίλιππος ὥστε ταῦθʼ ὑπάρχειν ἐφʼ ὑμᾶς αὐτῷ, καὶ περὶ τῶν ἄλλων μηδὲν ἐξελέγχεσθαι μηδʼ ποιῶν ἠδίκει μηδένʼ ἐξετάζειν πανταχοῦ, οὐδεὶς ἀγνοεῖ, καὶ πάντων ἥκιστα σύ· 18.82οἱ γὰρ παρὰ τοῦ Κλειτάρχου καὶ τοῦ Φιλιστίδου τότε πρέσβεις δεῦρʼ ἀφικνούμενοι παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν· οὓς μὲν πόλις ὡς ἐχθροὺς καὶ οὔτε δίκαιʼ οὔτε συμφέροντα λέγοντας ἀπήλασε, σοὶ δʼ ἦσαν φίλοι. οὐ τοίνυν ἐπράχθη τούτων οὐδέν, βλασφημῶν περὶ ἐμοῦ καὶ λέγων ὡς σιωπῶ μὲν λαβών, βοῶ δʼ ἀναλώσας. ἀλλʼ οὐ σύ, ἀλλὰ βοᾷς μὲν ἔχων, παύσει δʼ οὐδέποτʼ ἐὰν μή σʼ οὗτοι παύσωσιν ἀτιμώσαντες τήμερον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.79 Dem. 18.81 (English) >>Dem. 18.84

Powered by PhiloLogic